Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.257 Joseph. AJ 18.261 (English) >>Joseph. AJ 18.265

18.259πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφʼ ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπʼ ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δʼ αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, 18.260περιοργής τε ὢν φανερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. δὲ Φίλων ἔξεισι περιυβρισμένος καί φησι πρὸς τοὺς Ἰουδαίους, οἳ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐου λόγῳ μὲν αὐτοῖς ὠργισμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντιπαρεξάγοντος. 18.261

Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δʼ ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. 18.262καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν τε πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. δὲ ἐπῄνει τῆς προθυμίας αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοις ἐντεταμένως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.257 Joseph. AJ 18.261 (English) >>Joseph. AJ 18.265

Powered by PhiloLogic